Amor de casal
O amor de casal é celebrado na Bíblia como dom sagrado. O Cântico dos Cânticos exalta a beleza do amor conjugal — íntimo, exclusivo e forte como a morte.
Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρὸς, φλόγες αὐτῆς.
Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συνκλύσουσιν αὐτήν· ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
Ἐκαρδίωσας ἡμᾶς ἀδελφή μου νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου.
Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
Ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλὴ· ὀφθαλμοί σου περιστεραί. Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου, καί γε ὡραῖος πρὸς κλίνῃ ἡμῶν σύσκιος·
Καὶ εἶπε Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατʼ αὐτόν.
Καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα· καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας, ἔλαβε δὲ παρὰ Θεοῦ ἱλαρότητα· ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ, ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.
Ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. Ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας.
Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστὶν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν· Ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ· καὶ οὐαὶ αὐτῷ τῷ ἑνὶ, ὅταν πέσῃ καὶ μὴ ᾖ δεύτερος ἐγεῖραι αὐτόν. Καί γε ἐὰν κοιμηθῶσι δύο, καὶ θέρμη αὐτοῖς, καὶ ὁ εἷς πῶς θερμανθῇ; Καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.
Καὶ οὐ καλὸν ἐποίησε; καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ· καὶ εἴπατε, τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς.
Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῶος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ, ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ ἣν ἔλαβεν.