O que é bom
O que é bom vem de Deus. A Bíblia celebra a bondade divina e nos convida a discernir, praticar e desfrutar tudo o que é bom — porque toda boa dádiva vem do Pai das luzes.
Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη.
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.
Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ, αἶνος ᾠδῆς τῷ Δαυίδ.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῇραν οἱ ποταμοὶ Κύριε, ἐπῇραν οἱ ποταμοὶ φωνὰς αὐτῶν,
Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν·
Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
Οὐ μὴ ὑπακούσει ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
Φάγε μέλι υἱὲ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ. Οὕτως αἰσθητήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
Ἀγαθὴ σοφία μετὰ κληρονομίας, καὶ περίσσεια τοῖς θεωροῦσι τὸν ἥλιον.
ΤΗΘ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ψυχὴ ἣ ζητήσει αὐτὸν, ἀγαθόν· καὶ ὑπομενεῖ, καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου.
Εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλʼ ἢ τοῦ ποιεῖν κρίμα, καὶ ἀγαπᾷν ἔλεον, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου;