Tomar uma decisão
Tomar decisões com sabedoria é um dos maiores desafios da vida. A Bíblia nos ensina a buscar a Deus em oração, na Palavra e no conselho, confiando que Ele dirige os nossos passos.
Buscar a Deus
Se algum de vós tem falta de sabedoria, peça a Deus. Ele dá generosamente e sem repreensão a todos os que pedem.
Ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Πάσαις ὁδοῖς σου γνώριζε αὐτὴν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.
Πάσαις ὁδοῖς σου γνώριζε αὐτὴν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.
Conselho e direção
Onde não há conselho os planos se frustam. Toda Escritura é útil para nos guiar nas decisões da vida.
Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.
Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γᾶρ ἄγεται ἀφροσύνῃ. Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρὸς, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς. Θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακὰ, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. Στόμα ἄφρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. Ὀκνηροὺς καταβάλλει φόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. Ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται. Ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρὰ, ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς, καὶ πρὸ δόξης ταπεινοῦνται. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. Θυμὸν ἀνδρὸς πρᾳΰνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
Confiar e seguir
Seja o que for que façais, fazei tudo para a glória de Deus. O sábio ouve a Deus antes de agir.
Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, αἴτησαί τι αἴτημα σεαυτῷ. Καὶ εἶπε Σαλωμὼν, σὺ ἐποιήσας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη. Καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου. Ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολὺν, ὃς οὐκ ἀριθμηθήσεται. Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνιεῖν ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;
Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτῄσατο Σαλωμὼν τὸ ῥῆμα τοῦτο. Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνθʼ ὧν ᾐτήσω παρʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς, καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλʼ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα, ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.
Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ, μέχρι τίνος καρτερήσεις, λέγων, ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, κᾀγὼ πλανωμένη καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν αἵ με νῦν συνέχουσιν· ἀλλὰ εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας, εἶπεν αὐτῇ, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.