Pular para o conteúdo
Publicidade

Trabalho

Por Bíblia Online

O trabalho é uma ordenança divina desde a criação. Deus colocou o homem no jardim para cultivar e guardar, revelando que o labor é parte do propósito humano e um meio de glorificá-lo.

Trabalho como vocação divina

Deus nos criou para trabalhar com propósito. O trabalho é expressão da imagem divina em nós e deve ser feito como para o Senhor.

Diligência e recompensa

A mão diligente enriquece, mas a preguiça traz pobreza. A Bíblia valoriza o esforço honesto, dedicado e perseverante em toda obra.

Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν· υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.

Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.

Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.

Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.

Ἴθι πρὸς τὸν μύρμηκα ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος.

Ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἐτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν· πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Ἕως τίνος ὀκνηρὲ κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη. Εἶτʼ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος πενία, καὶ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς· ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ἀμητός σου· δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.

Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων.

Ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας, ἐλάσσων γίνεται, δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ.

Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

Planejamento e excelência

A excelência no trabalho honra a Deus. Devemos nos dedicar com competência, entregar nossos planos ao Senhor e buscar o melhor em cada tarefa.

Ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.

Πάντα ὅσα ἂν εὕρῃ χείρ σου τοῦ ποιῆσαι, ὡς δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ.

O contentamento no trabalho

Deus nos dá a capacidade de desfrutar do nosso trabalho. Poder comer, beber e encontrar satisfação em nosso labor é um dom divino.

Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ·

Καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται, καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, δόμα Θεοῦ ἐστιν.

Καί γε πᾶς ἄνθρωπος ἔδωκεν αὐτῷ Θεὸς πλοῦτον καὶ ὑπάρχοντα, καὶ ἐξουσίασεν αὐτῷ φαγεῖν ἀπʼ αὐτοῦ, καὶ λαβεῖν τὸ μέρος αὐτοῦ, καὶ τοῦ· εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα Θεοῦ ἐστιν.

Ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι Θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.

Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστὶν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν·

Ἔστιν εἷς, καὶ οὐκ ἔστι δεύτερος· καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστι περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ· καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίμπλαται πλούτου· καὶ τίνι ἐγὼ μοχθῶ, καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν.

Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον, καὶ σύμπασαν ἀνδρίαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

A responsabilidade cristã

O cristão deve trabalhar com suas próprias mãos, viver dignamente e ser exemplo de dedicação. Quem não trabalha, não coma.

Seja o primeiro