Pular para o conteúdo
Publicidade

Α΄ Ιωαννου 2

12 Γράφω ὑμῖν, τεκνία,

ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.

13 γράφω ὑμῖν, πατέρες,

ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.

γράφω ὑμῖν, νεανίσκοι,

ὅτι νενικήκατε τὸν πονηρόν.

14 ἔγραψα ὑμῖν, παιδία,

ὅτι ἐγνώκατε τὸν πατέρα.

ἔγραψα ὑμῖν, πατέρες,

ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.

ἔγραψα ὑμῖν, νεανίσκοι,

ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει

καὶ νενικήκατε τὸν πονηρόν.

15 μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também