Pular para o conteúdo
Publicidade

Πραξεισ Αποστολων 21:27-32

BYZ04 Texto Patriarcal 1904

27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾽ αὐτὸν 28 κράζοντες· ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον· 29 ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾽ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

Em outras traduções

  1. BYZ1904 Novo Testamento Grego

  2. GRCTR Novo Testamento Grego

    27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτόν, 28 κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. 29 Ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

  3. F35 O Novo Testamento Grego Segundo a Família 35

    27 Ὡς δὲ ἤμελλονημελλον f35 [33%] ¦ εμελλον ℵA,B,C [60%] HF,RP,OC,TR,CP,NU ¦ εμελλων [7%] ¦ D is wild αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας,επ αυτον τας χειρας f35 ℵA,B,C,D [75%] NU ¦ ∼ 3412 [25%] HF,RP,OC,TR,CP 28 κράζοντες· «Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦπανταχου f35 [90%] HF,RP,OC,TR,CP ¦ πανταχη ℵA,B,C,D [10%] NU ¦ one other variant διδάσκων. Ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκενκεκοινωκεν rell ¦ κεκοινωνηκεν (ℵ) [20%] ¦ εκοινωνησεν D τὸν ἅγιον τόπον τοῦτον.» 29 (Ἦσαν γὰρ ἑωρακότεςεωρακοτες f35 [85%] HF,RP,OC,CP ¦ προεωρακοτες ℵA,B,C,D [10%] TR,NU ¦ εορακατες [5%] Τρόφιμοντροφιμον rell ¦ τροφημον [18%] τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.)

    30 Ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων δὲδε f35 [97%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [3%] NU ¦ και D αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείραςσπειρας f35 [30%] ¦ σπειρης (ℵ)A,B,D [70%] HF,RP,OC,TR,CP,NU ὅτι ὅλη συγκέχυταισυγκεχυται f35 [98%] HF,RP,OC,TR,CP ¦ συγχυννεται (ℵA)B(D) [2%] NU ¦ two other variants Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους,εκατονταρχους f35 [96%] HF,RP,OC,TR,CP ¦ εκατονταρχας ℵA,B,D [3%] NU ¦ εκατονταρχην [1%] κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

  4. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον 21:27 ⸉ τὰς χεῖρας ἐπ᾽ αὐτόν RP TR ¦ ἐπ᾽ αὐτόν τὰς χεῖρας f 35 TNT2 WH NA NIV SBL ⸉τὰς χεῖρας ἐπ᾽ αὐτόν,⸊ 28 κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. 29 Ἦσαν γὰρ 21:29 ⸂ ἑωρακότες RP f 35 ¦ προεωρακότες TR TNT2 WH NA NIV SBL ⸂ἑωρακότες⸃ Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων 21:31 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL ⸂δὲ⸃ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη 21:31 ⸂2 συγκέχυται RP f 35 TR ¦ συγχύννεται TNT2 NA NIV SBL ¦ συνχύννεται WH ⸂2συγκέχυται⸃ Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

  5. TCGNT Texto Grego Majoritário Crítico Textual

    27 Ὡς δὲ 21:27 εμελλον ¦ ημελλον PCKἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ 21:27 επεβαλον ¦ επεβαλαν WHἐπέβαλον 21:27 τας χειρας επ αυτον ¦ επ αυτον τας χειρας CT PCKτὰς χεῖρας ἐπ᾽ αὐτόν, 28 κράζοντες, Ἄνδρες 21:28 ισραηλιται ¦ ισραηλειται TH WHἸσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας 21:28 πανταχου ¦ πανταχη CTπανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. 29 Ἦσαν γὰρ 21:29 εωρακοτες ¦ προεωρακοτες CT TRἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 21:30 εκινηθη ¦ εκεινηθη THἘκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων 21:31 δε ¦ τε CTδὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς 21:31 σπειρης 𝔐16 ¦ σπειρας 𝔐9 PCKσπείρης, ὅτι ὅλη 21:31 συγκεχυται ¦ συγχυννεται ECM† NA SBL ¦ συνχυννεται TH WHσυγκέχυται 21:31 ιερουσαλημ 𝔐17 ¦ η ιερουσαλημ 𝔐8Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ 21:32 εκατονταρχους ¦ εκατονταρχας CTἑκατοντάρχους, κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.