13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος·
μὴ φοβοῦ, Ζαχαρία·
διότι εἰσηκούσθη ἡ δέησίς σου,
καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις,
καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.
15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου,
καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ,
καὶ Πνεύματος Ἁγίου πλησθήσεται
ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,