46 Καὶ εἶπε Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου
ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·
49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,