6 Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντί, τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας,ευχαριστιας rell ¦ ευχαριστειας [20%] τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· 7 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα—εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος—ταῦτα λογίζεσθε. 9 Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετεειδετε f35 ℵA,B [70%] RP,HF,OC,TR,CP,NU ¦ ιδετε [30%] ἐν ἐμοί, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.