33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας,μαχαιρας f35 [97%] RP,HF,OC,TR,CP ¦ μαχαιρης 𝕻46ℵA [3%] NU ἐνεδυναμώθησανενεδυναμωθησαν f35 [97%] RP,HF,OC,TR,CP ¦ εδυναμωθησαν 𝕻13,46ℵA [3%] NU ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. 36 Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. 37 Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν,επρισθησαν επειρασθησαν f35 𝕻13 A (88.4%) RP,HF,OC,TR,CP ¦ ∼ 21 (ℵ048) (3.4%) ¦ 1 𝕻46 (7.5%) NU ¦ two other variants (0.7%) ἐν φόνῳ μαχαίραςμαχαιρας f35 [97%] RP,HF,OC,TR,CP ¦ μαχαιρης 𝕻46ℵA [3%] NU ἀπέθανον. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοικακουχουμενοι rell ¦ κακοχουμενοι [20%] 38 —ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος—ἐνεν f35 [94%] RP,HF,OC,TR,CP ¦ επι 𝕻13,46ℵA [3%] NU ¦ επ [3%] ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.