23 Καί, οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. 25 Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾿ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρεντυγχανειν υπερ rell ¦ ∼ 21 CP αὐτῶν.
26 Τοιοῦτος γὰρ ἡμῖνημιν f35 ℵC [98%] RP,HF,OC,TR,CP ¦ 1 και 𝕻46A,B [2%] NU ἔπρεπεν ἀρχιερεύς—ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος— 27 ὃς οὐκ ἔχει καθ᾿ ἡμέρανκαθ᾿ ἡμεραν rell ¦ καθημέραν f35 [30%] (I include this for the record, and so as not to lose sight of it, but since there is evidently no difference in meaning I stay with the conventional pointing. Because of the theta there is no ambiguity.) ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.