11 Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὁ πατὴρ ἡμῶν, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Σοὶ Κύριε ἡ μεγαλωσύνη, καὶ ἡ δύναμις, καὶ τὸ καύχημα, καὶ ἡ νίκη, καὶ ἡ ἰσχὺς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς, καὶ ἔθνος. 12 Παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχύσαι τὰ πάντα. 14 Καὶ τίς εἰμι ἐγὼ, καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι. 15 Ὅτι πάροικοι ἐσμὲν ἐναντίον σου, καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμων· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.