Pular para o conteúdo
Publicidade

ΒΑΣΙΛΕΙΩΝ Γ 1

11 Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, λέγων, οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνίας υἱὸς Ἀγγὶθ, καὶ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω; 12 Καὶ νῦν δεῦρο, συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών. 13 Δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ, καὶ ἐρεῖς πρὸς αὐτὸν, λέγουσα, οὐχὶ σὺ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου, λέγων, ὅτι υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também