22 Καὶ Ἄννα οὐκ ἀνέβη μετʼ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτὸ, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ. 23 Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου· καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
24 Καὶ ἀνέβη μετʼ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι, καὶ ἄρτοις, καὶ οἰφὶ σεμιδάλεως, καὶ νέβελ οἴνου· καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλὼμ, καὶ τὸ παιδάριον μετʼ αὐτῶν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.