Publicidade

1 Samuel 6

1 Καὶ ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν γῆ αὐτῶν μύας. 2 Καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν, λέγοντες, τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς. 3 Καὶ εἶπαν, εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ Ἰσραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν· μὴ οὐκ ἀποστῇ χεὶρ αὐτοῦ ἀφʼ ὑμῶν;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-