Pular para o conteúdo
Publicidade

Παραλειπομενων Β 20:3,4,15,17,22

3 Καὶ ἐφοβήθη, καὶ ἔδωκε Ἰωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον, καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδα. 4 Καὶ συνήχθη Ἰούδα ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα ἦλθον ζητῆσαι τὸν Κύριον.

15 Καὶ εἶπεν, ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς, μὴ φοβεῖσθε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλʼ ἢ τῷ Θεῷ. 17 Οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθʼ ὑμῶν Ἰούδα καὶ Ἱερουσαλήμ· μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθʼ ὑμῶν.

22 Καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως, ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.