1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαῖε, λέγουσα, ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως, ὅτι δοῦλὸς σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους. 2 Καὶ εἶπεν Ἑλισαιὲ, τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστι σοι ἐν τῷ οἴκῳ; ἡ δὲ εἶπεν, οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλʼ ἢ ὃ ἀλείψομαι ἔλαιον. 3 Καὶ εἶπε πρὸς αὐτήν, δεῦρο, αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενὰ, μὴ ὀλιγώσῃς. 4 Καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα, καὶ τὸ πληρωθὲν ἀρεῖς. 5 Καὶ ἀπῆλθε παρʼ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθʼ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτὴν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη. 6 Καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς, ἐγγίσατε ἔτι πρὸς μὲ τὸ σκεῦος· καὶ εἶπον αὐτῇ, οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον. 7 Καὶ ἦλθε, καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ εἶπεν Ἑλισαιὲ, δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον, καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.