Pular para o conteúdo
Publicidade

2 Reis 4

32 Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκός κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ· 33 Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον. 34 Καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον· καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ· καὶ διέκαμψεν ἐπʼ αὐτὸν, καὶ διεθερμάνθη σὰρξ τοῦ παιδαρίου. 35 Καὶ ἐπέστρεψε, καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν· καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις· καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também