16 Καὶ εἶπεν Ἐλισαιὲ, μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθʼ ἡμῶν ὑπὲρ τοὺς μετʼ αὐτῶν. 17 Καὶ προσηύξατο Ἐλισαιὲ, καὶ εἶπε, Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισαιέ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.