16 Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον ἀδελφοῦ, καὶ ἀναμέσον προσηλύτου αὐτοῦ. 17 Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ἠ· ἀφʼ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπʼ ἐμὲ, καὶ ἀκούσομαι αὐτό.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.