1 Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπʼ αὐτό, οὐδὲ ἀφελεῖς ἀπʼ αὐτοῦ.
2 Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, 3 καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε πρὸς σὲ, λέγων, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε, 4 οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει Κύριος ὁ Θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.