24 Καὶ φυλάξασθε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ, καὶ τοῖς υἱοῖς σου, ἕως αἰῶνος. 25 Ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ Κύριος ὑμῖν, καθότι ἐλάλησε, φυλάξασθε τὴν λατρείαν ταύτην. 26 Καὶ ἐσται ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν, τίς ἡ λατρεία αὕτη; 27 Καὶ ἐρεῖτε αὐτοῖς, θυσία τὸ πάσχα τοῦτο Κυρίῳ, ὡς ἐσκέπασε τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξε τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐῤῥύσατο· καὶ κύψας ὁ λαὸς προσεκύνησε.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.