Pular para o conteúdo
Publicidade

Εξοδοσ 20:18-26

18 Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν, καὶ τὰς λαμπάδας, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν. 19 Καὶ εἶπαν πρὸς Μωυσῆν, λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μὴ ἀποθάνωμεν. 20 Καὶ λέγει αὐτοῖς Μωυσῆς, θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. 21 Εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός. 22 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ, καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς. 23 Οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὑτοῖς. 24 Θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι, καὶ θύσετε ἐπʼ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν, καὶ τὰ πρόβατα, καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε. 25 Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπʼ αὐτοὺς, καὶ μεμίανται. 26 Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπʼ αὐτοῦ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.