10 Καὶ νῦν δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
11 Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου; 12 Εἶπε δὲ ὁ Θεὸς Μωυσῇ, λέγων, ὅτι ἔσομαι μετὰ σοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστελῶ, ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου, καὶ λατρεύσετε τῷ Θεῷ ἐν τῷ ὄρει τοῦτῳ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.