Pular para o conteúdo
Publicidade

Εξοδοσ 30:1,6-8,10

1 Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων. 6 Καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος, τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν. 7 Καὶ θυμιάσει ἐπʼ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωῒ πρωΐ· ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπʼ αὐτοῦ. 8 Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψὲ, θυμιάσει ἐπʼ αὐτοῦ. θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν. 10 Καὶ ἐξιλάσεται ἐπʼ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.