5 Καὶ εἶπε πρὸς Μωυσῆν, ὅτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα ὅσα συνέταξε Κύριος ποιῆσαι. 6 Καὶ προσέταξε Μωυσῆς, καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ, λέγων, ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τάς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν. 7 Καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.