10 Εἶπε δὲ, ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ. 11 Ἁβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν· ἐξέλιπε δὲ τῇ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεια. 12 Ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.