7 Εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ, καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ· καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ. 8 Εἶπε δὲ Φαραὼ τῷ Ἰακὼβ, πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου; 9 Καὶ εἶπεν Ἰακὼβ τῷ Φαραῷ, αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου· οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζῶης τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν. 10 Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ.
11 Καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ, ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ. 12 Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς, καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, σῖτον κατὰ σῶμα.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.