6 Καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε. 7 Καὶ ἀπέστειλε τὸν κόρακα· καὶ ἐξελθὼν, οὐκ ἀνέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. 8 Καὶ ἀπέστειλε τὴν περιστερὰν ὀπίσω αὐτοῦ, ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. 9 Καὶ οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ἀνέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ ἐκτείνας τὴν χεῖρα ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. 10 Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. 11 Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν· καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς· καὶ ἔγνω Νῶε, ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. 12 Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.