Publicidade

Jeremias 18

1 λόγος γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, λέγων, 2 ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3 Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων. 4 Καὶ ἔπεσε τὸ ἀγγεῖον, αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι. 5 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

6 Εἰ καθὼς κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ; ἰδοὺ, ὡς πηλὸς τοῦ κεραμέως, ὑμεῖς ἐστε ἐν χερσί μου.

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-29_22-07-56-