Publicidade

Josué 6

1 Καὶ Ἱεριχὼ συρκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξεπορεύετο ἐξ αὐτῆς, οὐδὲ εἰσεπορεύετο. 2 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἰδον ἐγὼ παραδίδωμι ὑποχείριόν σοι τὴν Ἱεριχὼ, καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύϊ. 3 Σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ. 5 Καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς λαὸς ἅμα, καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.

6 Καὶ εἰσῆλθεν Ἰησοῦς τοῦ Ναυῆ πρὸς τοὺς ἱερεῖς, 7 καὶ εἶπεν αὐτοῖς, λέγων, παραγγείλατε τῷ λαῷ περιελθεῖν, καὶ κυκλῶσαι τὴν πόλιν· καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον Κυρίου.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-