Pular para o conteúdo
Publicidade

Jó 25

1 Ὑπολαβὼν δὲ Βαλδὰδ Σαυχίτης, λέγει,

2 Τί γὰρ προοίμιον φόβος παρʼ αὐτοῦ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ; 3 Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ; 4 Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός; 5 Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. 6 Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também