45 Καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται. 46 Πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπʼ αὐτὸν ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.