10 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 11 Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. 12 Οὕτως εἰπον, ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, 13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθʼ ὧν ἐζήλωσεν τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.