1 ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ· 2 γνῶναι σοφίαν καὶ παιδείαν, νοῆσαί τε λόγους φρονήσεως, 3 δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρίμα κατευθύνειν· 4 Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. 5 Τῶν δὲ γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· 6 Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.