20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει. 21 Ἐπʼ ἄκρων δὲ τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαῤῥοῦσα λέγει, 22 ὅσον ἂν χρόνον ἄκακοι ἔχονται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν, 23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις· ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν· διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.