25 Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. 26 Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. 27 Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως. Ἡ δὲ ἐλεημοσύνη αὐτῆς 28 ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. 29 Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν· σὺ δὲ ὑπέρκεισαι, ὑπερῇρας πάσας. 30 Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικος· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.