14 Καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμὶν, εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἑν Ἰσραήλ. 15 Καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν, καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε, ἔτεκεν αὐτὸν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς. 16 Καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον, καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς, καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
17 Καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα, λέγουσαι, ἐτέχθη υἱὸς τῇ Νωεμίν. καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ, Ὠβήδ· οὗτος πατὴρ Ἰεσσαὶ πατρὸς Δαυίδ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.