3 τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας πορευόμενοι, 4 καὶ λέγοντες, Ποῦ ἐστὶν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως. 5 Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ ἐξ ὕδατος καὶ δι᾿ ὕδατος συνεστῶσα, τῷ τοῦ Θεοῦ λόγῳ, 6 δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ 3:7 τῷ αὐτῷ ¦ αὐτοῦ STτῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσί, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.