Pular para o conteúdo
Publicidade

Προσ Τιμοθεον Β 2:1-6,11-13

1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. 2 Καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.

11 Πιστὸς ὁ λόγος·

εἰ γὰρ συναπεθάνομεν,

καὶ συζήσομεν·

12 εἰ ὑπομένομεν,

καὶ συμβασιλεύσομεν·

εἰ ἀρνούμεθα,

κἀκεῖνος ἀρνήσεται ἡμᾶς·

13 εἰ ἀπιστοῦμεν,

ἐκεῖνος πιστὸς μένει·

ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

2 Timóteo
Ver todos os capítulos de 2 Timóteo