Pular para o conteúdo
Publicidade

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7

1 Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον. 2 Καὶ εἶδον ἄλλον ἄγγελον 7:2 ἀναβάντα ¦ ἀναβαίνοντα SCRἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ 7:3 σφραγίσωμεν ¦ σφραγίζωμεν STσφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. 4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ΄ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5 Ἐκ φυλῆς Ἰούδα, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Ῥουβήν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Γάδ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

6 ἐκ φυλῆς Ἀσήρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Νεφθαλείμ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Μανασσῆ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

7 ἐκ φυλῆς Συμεών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς 7:7 Ἰσαχάρ ¦ Ἰσασχὰρ ELZἸσαχάρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

8 ἐκ φυλῆς Ζαβουλών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Ἰωσήφ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·

ἐκ φυλῆς Βενιαμίν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também