Pular para o conteúdo
Publicidade

Προσ Εβραιουσ 9:16-20

GRCTR Novo Testamento Grego

16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. 17 Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν οὐδ᾿ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. 19 Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε, 20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.

Em outras traduções

  1. BYZ1904 Novo Testamento Grego

    16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· 17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται· 19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε 20 λέγων· τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός·

  2. F35 O Novo Testamento Grego Segundo a Família 35

    16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·διαθεμενου f35 ℵA,B [88%] RP,HF,OC,TR,NU ¦ διατιθεμενου [12%] CP 17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν οὐδὲουδε f35 A,C [55%] NU ¦ ουδ ℵ [45%] RP,HF,OC,TR,CP ¦ ουθ 𝕻46 ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται· 19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰκατα f35 ℵ [85%] RP,HF,TR,CP ¦ 1 τον 𝕻46A,C [15%] OC,NU νόμον ὑπὸ Μωϋσέοςμωυσεος f35 [35%] CP ¦ μωυσεως ℵC [45%] RP,HF,OC,NU ¦ μωσεως A [20%] TR παντὶ τῷτω rell ¦ --- CP λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων,και τραγων f35 (78%) RP,HF,OC,TR,CP ¦ 1 των 2 ℵA,C (5.1%) [NU] ¦ --- 𝕻46 (16.2%) ¦ two other readings (0.7%) μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν,ερραντισεν f35 [85%] RP,HF,OC,TR,CP,N-A ¦ εραντισεν 𝕻46ℵA,C [15%] UBS (Also in verse 21.) 20 λέγων, «Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.»

  3. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. 17 Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ 9:17 ⸂ μήποτε RP f 35 TR TNT2 NA NIV SBL ¦ μὴ τότε WH ⸂μήποτε⸃ ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. 19 Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ 9:19 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL ⸆ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα 9:19 ⸂ τῶν μόσχων καὶ τράγων RP f 35 TR ¦ τῶν μόσχων καὶ τῶν τράγων TNT2 WH NA ¦ τῶν μόσχων NIV SBL ⸂τῶν μόσχων καὶ τράγων,⸃ μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν, 20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός.

  4. TCGNT Texto Grego Majoritário Crítico Textual

    16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. 17 Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ 9:17 μηποτε ¦ μη τοτε WHμήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν 9:18 ουδ 𝔐pt ¦ ουδε 𝔐pt CT PCKοὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος 9:18 εγκεκαινισται ¦ ενκεκαινισται TH WHἐγκεκαίνισται. 19 Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ 9:19 νομον ¦ τον νομον ANT CTνόμον ὑπὸ 9:19 μωυσεως ¦ μωυσεος PCKΜωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων 9:19 και τραγων 77.5% ¦ και των τραγων NA TH WH 5% ¦ --- SBL 16.4%καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν 9:19 ερραντισε ¦ εραντισε SBL TH WHἐρράντισε, 20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.

  5. BYZ04 Texto Patriarcal 1904

    16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· 17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται· 19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε 20 λέγων· τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός·

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.