Publicidade

João 12

12 Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον,

Ὡσαννά·

εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου,

βασιλεὺς τοῦ Ἰσραήλ.

14 Εὑρὼν δὲ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον,

15 Μὴ φοβοῦ, θύγατερ Σιών·

ἰδού, βασιλεύς σου ἔρχεται,

καθήμενος ἐπὶ πῶλον ὄνου.

16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾿ ὅτε ἐδοξάσθη Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 Ἐμαρτύρει οὖν ὄχλος ὢν μετ᾿ αὐτοῦ 12:17 ὅτε ¦ ὅτι ELZὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὄχλος, ὅτι ἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε 12:19 οὐδέν; ¦ οὐδέν· SCRοὐδέν; ἴδε κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-