13 Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. 15 Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
Κατα Λουκαν 1:13-17
Em outras traduções
- BYZ1904 Novo Testamento Grego
13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
- F35 O Novo Testamento Grego Segundo a Família 35
13 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσειγεννησει f35 [70%] CP,HF,RP,TR,OC ¦ γενεσει ℵA,B,C,D,W [30%] NU αὐτοῦ χαρήσονται· 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦτου f35 B,D,W [80%] CP,HF,RP,TR,OC[NU] ¦ --- ℵA,C [20%] Κυρίου· καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον Αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.»
- SRGNT Solid Rock Greek New Testament, Scholar's Edition
13 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. 15 Ἔσται γὰρ μέγας ἐνώπιον 1:15 ⸋ τοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τοῦ⸌ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
- TCGNT Texto Grego Majoritário Crítico Textual
13 Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου 1:13 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ 1:13 ιωαννην ¦ ιωανην WHἸωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ 1:14 γεννησει ¦ γενεσει CTγεννήσει αὐτοῦ χαρήσονται. 15 Ἔσται γὰρ μέγας ἐνώπιον 1:15 του KX(104) ¦ --- KX(69) TH WHτοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει 1:17 ηλιου ¦ ηλεια TH WHἨλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
- BYZ04 Texto Patriarcal 1904
13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος·
μὴ φοβοῦ, Ζαχαρία·
διότι εἰσηκούσθη ἡ δέησίς σου,
καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις,
καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.
15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου,
καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ,
καὶ Πνεύματος Ἁγίου πλησθήσεται
ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει
ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ
ἐν πνεύματι καὶ δυνάμει Ἠλιού,
ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα
καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων,
ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
Direitos das traduções citadas
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.