Pular para o conteúdo
Publicidade

Κατα Λουκαν 9:1-6

GRCTR Novo Testamento Grego

1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. 2 Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. 3 Καὶ εἶπε πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4 Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. 6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

Em outras traduções

  1. BYZ1904 Novo Testamento Grego

    1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, 3 καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

  2. F35 O Novo Testamento Grego Segundo a Família 35

    1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκαδωδεκα f35 𝕻75A,B,D,W [74%] HF,RP,NU ¦ 1 μαθητας αυτου [15%] CP,TR,OC ¦ 1 αποστολους ℵC [11%] ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν· 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας.τους ασθενουντας f35 C,W (97.6%) CP,HF,RP,TR,OC ¦ 1 ασθενεις ℵA,D (1.3%) [NU] ¦ παντας 12 (0.7%) ¦ four other readings (0.2%) ¦ --- B (0.1%) 3 Καὶ εἶπεν πρὸς αὐτούς· «Μηδὲν αἴρετε εἰς τὴν ὁδόν—μήτε ῥάβδουςραβδους f35 A [85%] CP,HF,RP,TR,OC ¦ ραβδον ℵB,C,D,W [15%] NU μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰανα f35 A,D,W (98.9%) CP,HF,RP,TR,OC[NU] ¦ --- ℵB,C (1%) ¦ long omission (0.1%) δύο χιτῶνας ἔχειν. 4 Καὶ εἰς ἣνην f35 [15%] ¦ 1 αν ℵA,B,C,D,W [85%] CP,HF,RP,TR,OC,NU οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 Καὶ ὅσοι ἐὰνεαν f35 𝕻75C [70%] CP,HF,RP,OC ¦ αν ℵA,B,D,W [30%] TR,NU μὴ δέξωνταιδεξωνται f35 D [66%] CP,HF,RP,TR,OC ¦ δεξονται [20%] ¦ δεχωνται ℵA,B,C,W [15%] NU ¦ δεχονται [1%] ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶκαι f35 A [97.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,C,D,W [2.5%] NU τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατεαποτιναξατε f35 A,C,W [98.5%] CP,HF,RP,TR,OC ¦ αποτινασσετε B [1%] NU ¦ αποτινασσεται ℵ [0.5%] ¦ εκτειναζατε (D) εἰς μαρτύριον ἐπ᾿ αὐτούς.» 6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

  3. SRGNT Solid Rock Greek New Testament, Scholar's Edition

    1 Συγκαλεσάμενος δὲ 9:1 ⸂ τοὺς δώδεκα RP f 35 TNT2 WH NA NIV SBL ¦ τοὺς δώδεκα μαθητὰς αὑτοῦ TR ⸂τοὺς δώδεκα,⸃ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. 2 Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ἰᾶσθαι 9:2 ⸂ τοὺς ἀσθενοῦντας RP f 35 TR ¦ τοὺς ἀσθενεῖς TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸂τοὺς ἀσθενοῦντας.⸃ 3 Καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε 9:3 ⸂ ῥάβδους RP f 35 TR ¦ ῥάβδον TNT2 WH NA NIV SBL ⸂ῥάβδους,⸃ μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε 9:3 ⸋ ἀνὰ RP f 35 TR TNT2 NA NIV73 SBL ¦ – WH NIV11 ⸋ἀνὰ⸌ δύο χιτῶνας ἔχειν. 4 Καὶ εἰς ἣν 9:4 ⸋ ἂν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋ἂν⸌ οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 Καὶ ὅσοι 9:5 ⸂ ἐὰν RP f 35 ¦ ἂν TR TNT2 WH NA NIV SBL ⸂ἐὰν⸃ μὴ 9:5 ⸂2 δέξωνται RP f 35 TR ¦ δέχωνται TNT2 WH NA NIV SBL ⸂2δέξωνται⸃ ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης 9:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν 9:5 ⸂3 ἀποτινάξατε RP f 35 TR TNT2 ¦ ἀποτινάσσετε WH NA NIV SBL ⸂3ἀποτινάξατε⸃ εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

  4. TCGNT Texto Grego Majoritário Crítico Textual

    1 9:1 συγκαλεσαμενος ¦ συνκαλεσαμενος WH Συγκαλεσάμενος δὲ τοὺς 9:1 δωδεκα ¦ δωδεκα μαθητας αυτου ANT TRδώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. 2 Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι 9:2 τους ασθενουντας 97.3% ¦ τους ασθενεις NA SBL TH 1.3% ¦ --- WH 0.1%τοὺς ἀσθενοῦντας. 3 Καὶ εἶπε πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε 9:3 ραβδους ¦ ραβδον CTῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε 9:3 ανα 98.9% ¦ --- TH WH 1%ἀνὰ δύο χιτῶνας ἔχειν. 4 Καὶ εἰς ἣν 9:4 αν ¦ --- PCKἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 Καὶ ὅσοι 9:5 εαν ¦ αν CT TRἐὰν μὴ 9:5 δεξωνται ¦ δεχωνται CTδέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης 9:5 και ¦ --- CTκαὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν 9:5 αποτιναξατε ¦ αποτινασσετε NA SBL WH ¦ αποτινασσατε THἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

  5. BYZ04 Texto Patriarcal 1904

    1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, 3 καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

Direitos das traduções citadas

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.