Pular para o conteúdo
Publicidade

ΚΑΤΑ ΜΑΡΚΟΝ 10

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 Καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, υἱὸς Δαβίδ, Ἰησοῦ, ἐλέησόν με. 48 Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με. 49 Καὶ στὰς Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· ἔγειραι, φωνεῖ σε. 50 δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 Καὶ ἀποκριθεὶς λέγει αὐτῷ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββονί, ἵνα ἀναβλέψω. 52 δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· πίστις σου σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também