5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6 καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·
καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σοῦ.
7 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.