Tiago 4

1 ποθεν πολεμοι και μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων

2 επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δε δια το μη αιτεισθαι υμας

3 αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε

4 μοιχοι και μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται

5 η δοκειτε οτι κενως η γραφη λεγει προς φθονον επιποθει το πνευμα ο κατωκησεν εν ημιν

6 μειζονα δε διδωσιν χαριν διο λεγει ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

7 υποταγητε ουν τω θεω αντιστητε τω διαβολω και φευξεται αφ υμων

8 εγγισατε τω θεω και εγγιει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι

9 ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μεταστραφητω και η χαρα εις κατηφειαν

10 ταπεινωθητε ενωπιον του κυριου και υψωσει υμας

11 μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης

12 εις εστιν ο νομοθετης ο δυναμενος σωσαι και απολεσαι συ τις ει ος κρινεις τον ετερον

13 αγε νυν οι λεγοντες σημερον {VAR1: και } {VAR2: η } αυριον πορευσωμεθα εις τηνδε την πολιν και {VAR1: ποιησωμεν } {VAR2: ποιησομεν } εκει ενιαυτον ενα και {VAR1: εμπορευσωμεθα και κερδησωμεν } {VAR2: εμπορευσομεθα και κερδησομεν }

14 οιτινες ουκ επιστασθε το της αυριον ποια γαρ η ζωη υμων ατμις γαρ εστιν η προς ολιγον φαινομενη επειτα δε αφανιζομενη

15 αντι του λεγειν υμας εαν ο κυριος θεληση και {VAR1: ζησωμεν και ποιησωμεν } {VAR2: ζησομεν και ποιησομεν } τουτο η εκεινο

16 νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν

17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

Publicidade

Capítulos

    Bíblias

    Publicidade