1 Καὶ 8:1 ⸂ ὅτε RP f 35 TR ¦ ὅταν TNT2 WH NA NIV SBL ⸂ὅτε⸃ ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. 2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 Καὶ ἄλλος ἄγγελος ἦλθεν, καὶ ἐστάθη ἐπὶ 8:3 ⸂ τοῦ θυσιαστηρίου RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ θυσιαστήριον TR ⸂τοῦ θυσιαστηρίου,⸃ ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα 8:3 ⸂2 δώσῃ RP TR ¦ δώσει f 35 TNT2 WH NA NIV SBL ⸂2δώσῃ⸃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. 4 Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. 5 Καὶ εἴληφεν ὁ ἄγγελος 8:5 ⸂ τὸν λιβανωτόν … αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ λιβανωτόν … αὐτὸ TR ⸂τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν⸃ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο 8:5 ⸉ βρονταὶ καὶ φωναὶ RP TNT2 WH NA NIV SBL ¦ φωναὶ καὶ βρονταὶ f 35 TR ⸉βρονταὶ καὶ φωναὶ⸊ καὶ ἀστραπαὶ καὶ σεισμός.