21 Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ 35 TR TNT2 WH NA NIV Ead ¦ ἀποκατηλλάγητε SBL ⸂ἀποκατήλλαξεν⸃ 22 ἐν τῷ σώματι WH NA NIV SBL Ead ¦ τῆς σαρκὸς αὐτοῦ … τοῦ θανάτου αὐτοῦ f 35 ⸂τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου,⸃ παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ· 23 εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τῇ⸌ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.